Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν χαναναῖον καὶ τὸν σιδώνιον καὶ τὸν ευαῖον τὸν κατοικοῦντα τὸν λίβανον ἀπὸ τοῦ ὄρους τοῦ αερμων ἕως λαβωεμαθ

καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ ισραηλ καὶ ἔκλινεν πόλεμος καὶ ἔπταισεν ἀνὴρ ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν

μὴ ἀναγγείλητε ἐν γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων

καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων αἰγύπτου

καὶ ἀνέστη γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη

καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει γελβουε

καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου αἰγύπτου

ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ ισραηλ ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς χώρα αὐτῶν κληδονισμῶν ὡς τῶν ἀλλοφύλων καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς

ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας

καὶ τί καὶ ὑμεῖς ἐμοί τύρος καὶ σιδὼν καὶ πᾶσα γαλιλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοὶ ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν

καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ ἀζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ ἀσκαλῶνος καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ακκαρων καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων λέγει κύριος

οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης πάροικοι κρητῶν λόγος κυρίου ἐφ' ὑμᾶς χανααν γῆ ἀλλοφύλων καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας