Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἥμαρτον
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ γνωσθῇ αὐτοῖς ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου

καὶ ἀπεκρίθη αχαρ τῷ ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ ισραηλ οὕτως καὶ οὕτως ἐποίησα

ὅτι ἔγνω δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως

καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ ισραηλ τῷ κυρίῳ θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς αἰγύπτου ὑποκάτωθεν χειρὸς φαραω βασιλέως αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους

καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας ροβοαμ ἀνέβη σουσακιμ βασιλεὺς αἰγύπτου ἐπὶ ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου

εἰ ἐγὼ ἥμαρτον τί δύναμαί σοι πρᾶξαι ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων διὰ τί ἔθου με κατεντευκτήν σου εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον

σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ' ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν

οἱ πατέρες ἡμῶν ἥμαρτον οὐχ ὑπάρχουσιν ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν

ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ

λέγων· ἥμαρτον παραδοὺς αἷμα δίκαιον. οἱ δὲ εἶπαν· τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.

άναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον σου.

πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ.