Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
βασιλείαν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐκάλεσεν αβιμελεχ τὸν αβρααμ καὶ εἶπεν αὐτῷ τί τοῦτο ἐποίησας ἡμῖν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον οὐδεὶς ποιήσει πεποίηκάς μοι

καὶ ἔδωκεν αὐτοῖς μωυσῆς τοῖς υἱοῖς γαδ καὶ τοῖς υἱοῖς ρουβην καὶ τῷ ἡμίσει φυλῆς μανασση υἱῶν ιωσηφ τὴν βασιλείαν σηων βασιλέως αμορραίων καὶ τὴν βασιλείαν ωγ βασιλέως τῆς βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ

καὶ τὸ κατάλοιπον τοῦ γαλααδ καὶ πᾶσαν τὴν βασαν βασιλείαν ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς μανασση καὶ πᾶσαν περίχωρον αργοβ πᾶσαν τὴν βασαν ἐκείνην γῆ ραφαϊν λογισθήσεται

πᾶσαν τὴν βασιλείαν ωγ ἐν τῇ βασανίτιδι ὃς ἐβασίλευσεν ἐν ασταρωθ καὶ ἐν εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν μωυσῆς καὶ ἐξωλέθρευσεν

καὶ εἶπεν σαμουηλ πρὸς σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ ισραηλ

περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον δαυιδ ἐπὶ ισραηλ καὶ ἐπὶ τὸν ιουδαν ἀπὸ δαν ἕως βηρσαβεε

καὶ εἶπεν κύριος πρὸς σαλωμων ἀνθ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου

καὶ οὐκ ἐζήτησεν κύριον καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ δαυιδ υἱῷ ιεσσαι

καὶ ἐνίσχυσεν σαλωμων υἱὸς δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ κύριος θεὸς αὐτοῦ μετ' αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος

πᾶν ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ

εἰ οὖν δοκεῖ τῷ βασιλεῖ προσταξάτω βασιλικόν καὶ γραφήτω κατὰ τοὺς νόμους μήδων καὶ περσῶν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι βασίλισσα πρὸς αὐτόν καὶ τὴν βασιλείαν αὐτῆς δότω βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς

μεγάλη ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα

πέρας λαλήσω ἐπὶ ἔθνος ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν

τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν

σύ βασιλεῦ βασιλεὺς βασιλέων καὶ σοὶ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν

καὶ εἶπεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ ιεζραελ ἐπὶ τὸν οἶκον ιου καὶ καταπαύσω βασιλείαν οἴκου ισραηλ

ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον ιακωβ λέγει κύριος