Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
πονηρὰ
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ὠσφράνθη κύριος θεὸς ὀσμὴν εὐωδίας καὶ εἶπεν κύριος θεὸς διανοηθείς οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων ὅτι ἔγκειται διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα

καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ἐκφοβῶν καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν

καὶ ἦν λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς

ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν

καὶ προσέθετο κύριος δηλωθῆναι ἐν σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς σαμουηλ καὶ ἐπιστεύθη σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα ισραηλ ἀπ' ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου

καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ

καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ελισαιε ἰδοὺ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ γῆ ἀτεκνουμένη

καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ ἐν νόσῳ κοιλίας ἕως οὗ ἐξέλθῃ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας

ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου

καί γε τοῦτο πονηρὰ ἀρρωστία ὥσπερ γὰρ παρεγένετο οὕτως καὶ ἀπελεύσεται καὶ τίς περισσεία αὐτῷ μοχθεῖ εἰς ἄνεμον

οὐαὶ τῷ ἀνόμῳ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ

ὅτι δύο πονηρὰ ἐποίησεν λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν

καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα

καὶ εἶπεν κύριος πρός με ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν καθὼς ἀγαπᾷ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων

μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήσῃ κύριος θεὸς παντοκράτωρ τοὺς περιλοίπους τοῦ ιωσηφ

διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις

ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία

γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.

αὕτη δὲ ἐστιν κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.

ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.

διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρα τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.

Βλέπετε, ἀδελφοί, μήποτε ἐσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,

νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.

οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.