Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
παρεμβολῆς
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἐξῆρεν δὲ ἄγγελος τοῦ θεοῦ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ισραηλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν ἐξῆρεν δὲ καὶ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν

καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν οὗ ἐκχεοῦσιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται

καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ' ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ

καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ καδης βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς θεός

εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν ἣν κύριος θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν

καὶ βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός

καὶ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς ηλι καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ἥκων ἐκ τῆς παρεμβολῆς κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον καὶ εἶπεν τί τὸ γεγονὸς ῥῆμα τέκνον

καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ

καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν συρίας καὶ ἦλθον εἰς μέρος τῆς παρεμβολῆς συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ

καὶ σαλωμ υἱὸς κωρη υἱοῦ αβιασαφ υἱοῦ κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον

καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν

καὶ κάλεσον ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἶπεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα

καὶ ἰδοὺ δόξα θεοῦ ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν καὶ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν

τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·