Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐλάλησεν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἰδοὺ ρεβεκκα ἐνώπιόν σου λαβὼν ἀπότρεχε καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου καθὰ ἐλάλησεν κύριος

καὶ ἐλάλησεν ααρων πάντα τὰ ῥήματα ταῦτα ἐλάλησεν θεὸς πρὸς μωυσῆν καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ

καὶ ἀνεκάλεσεν μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων

καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου λέγων

οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν μωυσῆς παντὶ ισραηλ πέραν τοῦ ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον φαραν τοφολ καὶ λοβον καὶ αυλων καὶ καταχρύσεα

τότε ἐλάλησεν ἰησοῦς πρὸς κύριον ἡμέρᾳ παρέδωκεν θεὸς τὸν αμορραῖον ὑποχείριον ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν ισραηλ καὶ εἶπεν ἰησοῦς στήτω ἥλιος κατὰ γαβαων καὶ σελήνη κατὰ φάραγγα αιλων

καὶ ἔδωκαν τῷ χαλεβ τὴν χεβρων καθὼς ἐλάλησεν μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ενακ

καὶ ἤκουσεν σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου

καὶ νῦν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ δαυιδ λέγων ἐν χειρὶ τοῦ δούλου μου δαυιδ σώσω τὸν ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν

καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου καθὼς ἐλάλησεν κύριος θεὸς πρὸς δαυιδ τὸν πατέρα μου λέγων υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου

καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς ηλιου τὸν θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων οχοζιου βασιλέως σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν ναθαν πρὸς δαυιδ

καὶ εἶπεν εὐλογητὸς κύριος θεὸς ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων

καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ κατὰ ταῦτα ἐλάλησεν αστιν ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν

παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα

μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν

ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν

ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐφ' ὑμᾶς οἶκος ισραηλ

καὶ ἦλθεν ἐπ' ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου

καὶ ἔστησεν ἡμῖν τὰ προστάγματα αὐτοῦ ὅσα ἐλάλησεν ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν ὅσα ἔκρινας ἡμῖν ἐπαγαγεῖν ἐφ' ἡμᾶς κακὰ μεγάλα οἷα οὐκ ἐγενήθη ὑπὸ τὸν οὐρανὸν καθότι ἐγενήθη ἐν ιερουσαλημ

ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ' ὑμᾶς οἶκος ισραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς αἰγύπτου λέγων

καὶ ἀνέστη ιωνας καὶ ἐπορεύθη εἰς νινευη καθὼς ἐλάλησεν κύριος δὲ νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν

καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ἐκφοβῶν διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα

τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ αγγαιου τοῦ προφήτου λέγων

καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ