Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἔγραψεν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἔγραψεν μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ ισραηλ

καὶ ἔγραψεν μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος κυρίου καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν

καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας

καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμον τοῦ θεοῦ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου

καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας

καὶ εἶπεν σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ

καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν δαυιδ βιβλίον πρὸς ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ ουριου

καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ ναβουθαι

καὶ τῷ αχααβ ἑβδομήκοντα υἱοὶ ἐν σαμαρείᾳ καὶ ἔγραψεν ιου βιβλίον καὶ ἀπέστειλεν ἐν σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν αχααβ λέγων

καὶ ἔγραψεν αὐτοὺς σαμαιας υἱὸς ναθαναηλ γραμματεὺς ἐκ τοῦ λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ σαδωκ ἱερεὺς καὶ αχιμελεχ υἱὸς αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ ελεαζαρ καὶ εἷς εἷς τῷ ιθαμαρ

καὶ ἀπέστειλεν εζεκιας ἐπὶ πάντα ισραηλ καὶ ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν εφραιμ καὶ μανασση ἐλθεῖν εἰς οἶκον κυρίου εἰς ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ κυρίῳ θεῷ ισραηλ

καὶ ἐν ἡμέραις αρθασασθα ἔγραψεν ἐν εἰρήνῃ μιθραδάτῃ ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς αρθασασθα βασιλέα περσῶν ἔγραψεν φορολόγος γραφὴν συριστὶ καὶ ἡρμηνευμένην

ἔγραψεν δὲ μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοῖς ιουδαίοις ὅσοι ἦσαν ἐν τῇ ἀρταξέρξου βασιλείᾳ τοῖς ἐγγὺς καὶ τοῖς μακράν

καὶ ἔγραψεν ιερεμιας πάντα τὰ κακά ἥξει ἐπὶ βαβυλῶνα ἐν βιβλίῳ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ βαβυλῶνα

ἔτους πρώτου βασιλεύοντος βαλτασαρ χώρας βαβυλωνίας δανιηλ ὅραμα εἶδε παρὰ κεφαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ τότε δανιηλ τὸ ὅραμα εἶδεν ἔγραψεν εἰς κεφάλαια λόγων

ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ

διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστιν ὄνομα αὐτοῦ καὶ ἐθαύμασαν πάντες.

εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε καθὼς καὶ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,