Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway




First occurrence in each book:



καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι

καὶ ἔσται ἐὰν πορευθῇς μεθ' ἡμῶν καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς καὶ εὖ σε ποιήσομεν

καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε

καὶ εἶπεν πρὸς αὐτὴν βαρακ ἐὰν πορευθῇς μετ' ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν εὐοδοῖ τὸν ἄγγελον κύριος μετ' ἐμοῦ

εἶπεν δὲ ρουθ μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι λαός σου λαός μου καὶ θεός σου θεός μου

καὶ ἐκάλεσεν αγχους τὸν δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἔξοδός σου καὶ εἴσοδός σου μετ' ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ' ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ

καὶ εὐθὴς λόγος ἐν ὀφθαλμοῖς αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων ισραηλ

καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν δαυιδ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ δαυιδ

καὶ εἶπεν πᾶσα ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ

καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς δαυιδ πατήρ σου καὶ ποιήσῃς κατὰ πάντα ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ

χρηστὸς καὶ εὐθὴς κύριος διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ

μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν

καὶ ἐγένετο ἂν ὡς ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου

τάδε λέγει κύριος μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου