Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
πρεσβύτεροι
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



αβρααμ δὲ καὶ σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν ἐξέλιπεν δὲ σαρρα γίνεσθαι τὰ γυναικεῖα

καὶ ἔλαβεν ιοθορ γαμβρὸς μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ ααρων καὶ πάντες οἱ πρεσβύτεροι ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ μωυσῆ ἐναντίον τοῦ θεοῦ

καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου

καὶ εἶπεν κύριος πρὸς μωυσῆν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων ισραηλ οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ

καὶ διέρρηξεν ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι ισραηλ καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν

καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ αμμων μετὰ ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι γαλααδ λαβεῖν τὸν ιεφθαε ἀπὸ τῆς γῆς τωβ

καὶ εἴποσαν πᾶς λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς ραχηλ καὶ ὡς λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν εφραθα καὶ ἔσται ὄνομα ἐν βαιθλεεμ

καὶ ἦλθεν λαὸς εἰς τὴν παρεμβολήν καὶ εἶπαν οἱ πρεσβύτεροι ισραηλ κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ σηλωμ καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν

καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ πάντα ισραηλ

καὶ ἀπῆλθεν γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξῆλθεν κραυγὴ εἰς ἀπαντήν καὶ ἐπορεύθη ιεροβοαμ εἰς σικιμα τὴν ἐν ὄρει εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ισραηλ καὶ ἀνέβη ἐκεῖ ροβοαμ υἱὸς σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς σαμαιαν τὸν ελαμι λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε καὶ ἔλαβεν ιεροβοαμ καὶ εἶπεν σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ισραηλ καὶ εἶπεν λαὸς πρὸς ροβοαμ υἱὸν σαλωμων πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ' ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπεν ροβοαμ πρὸς τὸν λαόν ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα καὶ εἶπεν ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ' αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησεν ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν λαὸς πρὸς αὐτόν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησεν πρὸς σὲ λαός καὶ διεσκέδασεν ροβοαμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων λαός καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον ροβοαμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια καὶ εἶπεν πᾶς λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ ιεσσαι εἰς τὰ σκηνώματά σου ισραηλ ὅτι οὗτος ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον καὶ διεσπάρη πᾶς λαὸς ἐκ σικιμων καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησεν ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ιουδα καὶ πᾶν σκῆπτρον βενιαμιν καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν ροβοαμ πάντα ἄνδρα ιουδα καὶ βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ιεροβοαμ εἰς σικιμα καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων εἰπὸν τῷ ροβοαμ βασιλεῖ ιουδα καὶ πρὸς πάντα οἶκον ιουδα καὶ βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου

καὶ ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ' αὐτοῦ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθῃ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ

καὶ ἦλθον πάντες πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς σαμουηλ

καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι ισραηλ καὶ ἔλαβον πάντες οἱ λευῖται τὴν κιβωτὸν

καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν ἔκλαιον φωνῇ μεγάλῃ καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν

ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις

ἐκάθισαν εἰς τὴν γῆν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς σιων ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν περιεζώσαντο σάκκους κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν ιερουσαλημ

καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ καὶ οἱ πρεσβύτεροι ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου

ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι καὶ ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν

τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν