Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
πέραν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἀνέστρεψεν πρὸς αὐτὸν περιστερὰ τὸ πρὸς ἑσπέραν καὶ εἶχεν φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς καὶ ἔγνω νωε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς

εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος θεὸς ὑμῶν

τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό

οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν μωυσῆς παντὶ ισραηλ πέραν τοῦ ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον φαραν τοφολ καὶ λοβον καὶ αυλων καὶ καταχρύσεα

ἕως ἂν καταπαύσῃ κύριος θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος θεὸς ἡμῶν δίδωσιν αὐτοῖς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν μωυσῆς εἰς τὸ πέραν τοῦ ιορδάνου ἀπ' ἀνατολῶν ἡλίου

γαλααδ ἐν τῷ πέραν τοῦ ιορδάνου ἐσκήνωσεν καὶ δαν εἰς τί παροικεῖ πλοίοις ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει

καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν μαχεμας

καὶ ἀπέστειλεν αδρααζαρ καὶ συνήγαγεν τὴν συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ χαλαμακ καὶ παρεγένοντο αιλαμ καὶ σωβακ ἄρχων τῆς δυνάμεως αδρααζαρ ἔμπροσθεν αὐτῶν

καὶ ἐκ τοῦ πέραν τοῦ ιορδάνου ιεριχω κατὰ δυσμὰς τοῦ ιορδάνου ἐκ φυλῆς ρουβην τὴν βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιασα καὶ τὰ περισπόρια αὐτῆς

καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ συρίας καὶ ἰδού εἰσιν ἐν ασασανθαμαρ αὕτη ἐστὶν ενγαδδι

καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν ασενναφαρ μέγας καὶ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς σομορων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ

καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ ιουδαν

ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν

ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου καὶ εἰς ἑσπέραν μὴ ἀφέτω χείρ σου ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει τοῦτο τοῦτο καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως ἀσσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ

ἀνάβηθι εἰς τὸν λίβανον καὶ κέκραξον καὶ εἰς τὴν βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου

ἔσται μίαν ἡμέραν καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φῶς