Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἤκουσεν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἤκουσεν ιακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν μεσοποταμίαν συρίας

ἤκουσεν δὲ φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν μωυσῆν ἀνεχώρησεν δὲ μωυσῆς ἀπὸ προσώπου φαραω καὶ ὤ|κησεν ἐν γῇ μαδιαμ ἐλθὼν δὲ εἰς γῆν μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος

καὶ ἤκουσεν μωυσῆς καὶ ἤρεσεν αὐτῷ

ἐν τῷ εἰσπορεύεσθαι μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν

καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς ὡς δὲ ἤκουσεν λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξεν πᾶς λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς λαὸς εἰς τὴν πόλιν

καὶ ἐγένετο ὡς ἤκουσεν γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν μαδιαμ

καὶ ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς ισραηλ

καὶ ἤκουσεν δαυιδ μετὰ ταῦτα καὶ εἶπεν ἀθῷός εἰμι ἐγὼ καὶ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων αβεννηρ υἱοῦ νηρ

καὶ ἤκουσεν αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν καὶ ἤκουσεν ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν τίς φωνὴ τῆς πόλεως ἠχούσης

καὶ ἐγένετο ὡς ἤκουσεν ελισαιε ὅτι διέρρηξεν βασιλεὺς ισραηλ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν ισραηλ

καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη δαυιδ βασιλεὺς ἐπὶ πάντα ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν δαυιδ καὶ ἤκουσεν δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς

καὶ βασίλισσα σαβα ἤκουσεν τὸ ὄνομα σαλωμων καὶ ἦλθεν τοῦ πειράσαι σαλωμων ἐν αἰνίγμασιν εἰς ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ λίθον τίμιον καὶ ἦλθεν πρὸς σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τῇ ψυχῇ αὐτῆς

καὶ ἤκουσεν σαναβαλλατ αρωνι καὶ τωβια δοῦλος αμμωνι καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς ισραηλ

ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν

καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ

εἰσακούσαι κύριος θεός σου τοὺς λόγους ραψακου οὓς ἀπέστειλεν βασιλεὺς ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος θεός σου καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων

τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ψυχή μου σπαράσσεται καρδία μου οὐ σιωπήσομαι ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ψυχή μου κραυγὴν πολέμου

καὶ ἤκουσεν ζοροβαβελ τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα καὶ ἰησοῦς τοῦ ιωσεδεκ ἱερεὺς μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων αγγαιου τοῦ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος θεὸς αὐτῶν πρὸς αὐτούς καὶ ἐφοβήθη λαὸς ἀπὸ προσώπου κυρίου

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης τετραάρχης τὴν ἀκοὴν Ἰησου,

Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάννης βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.

καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου Ἐλισάβετ,

ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.

γενομένης δὲ τὴς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.