Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
δευτέρῳ
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἐν δὲ τῷ μηνὶ τῷ δευτέρῳ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός ἐξηράνθη γῆ

ἀπῆραν δὲ ἐξ αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν ισραηλ εἰς τὴν ἔρημον σιν ἐστιν ἀνὰ μέσον αιλιμ καὶ ἀνὰ μέσον σινα τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς αἰγύπτου

καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐν τῇ ἐρήμῳ σινα ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ λέγων

καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ μεμφιβοσθε υἱῷ σαουλ ὄνομα τῷ ἑνὶ βαανα καὶ ὄνομα τῷ δευτέρῳ ρηχαβ υἱοὶ ρεμμων τοῦ βηρωθαίου ἐκ τῶν υἱῶν βενιαμιν ὅτι βηρωθ ἐλογίζετο τοῖς υἱοῖς βενιαμιν

καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ισραηλ ἐξ αἰγύπτου τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως σαλωμων ἐπὶ ισραηλ

ἐν ἔτει δευτέρῳ τῷ ιωας υἱῷ ιωαχας βασιλεῖ ισραηλ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα

καὶ μαχιρ ἔλαβεν γυναῖκα τῷ αμφιν καὶ μαμφιν καὶ ὄνομα ἀδελφῆς αὐτοῦ μοωχα καὶ ὄνομα τῷ δευτέρῳ σαλπααδ καὶ ἐγεννήθησαν τῷ σαλπααδ θυγατέρες

καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ

καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο ζοροβαβελ τοῦ σαλαθιηλ καὶ ἰησοῦς τοῦ ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς ιερουσαλημ καὶ ἔστησαν τοὺς λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου

καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ αρθασασθα βασιλέως βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως

ἐν γὰρ τῷ ἅπαξ λαλήσαι κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης

τοῦτο δέ σοι τὸ σημεῖον φάγε τοῦτον τὸν ἐνιαυτὸν ἔσπαρκας τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν

καὶ γεῖσος ἐπ' αὐτοῖς χαλκοῦν καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν

καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ

ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ αγγαιου τοῦ προφήτου λέγων εἰπὸν δὴ πρὸς ζοροβαβελ τὸν τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα καὶ πρὸς ἰησοῦν τὸν τοῦ ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων

τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί οὗτός ἐστιν μὴν σαβατ ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν τὸν τοῦ βαραχιου υἱὸν αδδω τὸν προφήτην λέγων