Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἁμαρτίαις
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν

καὶ τὰ λοιπὰ τῶν λόγων οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ καὶ ιωραμ υἱὸς αχααβ βασιλεύει ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλέως ιουδα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς μήτηρ αὐτοῦ καὶ ἀπέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῶν καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον αχααβ

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν

ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ οἶκος πατρός μου ἡμάρτομεν

ἵνα μὴ προσθῶμεν ἐφ' ἁμαρτίαις ἡμῶν ἀνομία δὲ ἐφ' ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου

φῶς δικαίοις διὰ παντός φῶς δὲ ἀσεβῶν σβέννυται ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν

ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων

καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ αὐτὸς ἀποθανεῖται ὅτι οὐ διεστείλω αὐτῷ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω

τὸ δὲ ἀνυψωθῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασθαι τῶν νεφελῶν σύ βασιλεῦ ὑψώθης ὑπὲρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς ὑψώθη σου καρδία ὑπερηφανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ τὰ ἔργα σου ὤφθη καθότι ἐξερήμωσας τὸν οἶκον τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου

καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου