Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Numbers 34

34:1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 34:2 ἔντειλαι τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ χανααν σὺν τοῖς ὁρίοις αὐτῆς 34:3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου σιν ἕως ἐχόμενον εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν 34:4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ακραβιν καὶ παρελεύσεται σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα καδης τοῦ βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν αραδ καὶ παρελεύσεται ασεμωνα 34:5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ασεμωνα χειμάρρουν αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα 34:6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης 34:7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος 34:8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια σαραδα 34:9 καὶ ἐξελεύσεται τὰ ὅρια δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ 34:10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ασερναιν σεπφαμα 34:11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ σεπφαμ αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια βηλα ἐπὶ νώτου θαλάσσης χεναρα ἀπὸ ἀνατολῶν 34:12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ 34:13 καὶ ἐνετείλατο μωυσῆς τοῖς υἱοῖς ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση 34:14 ὅτι ἔλαβεν φυλὴ υἱῶν ρουβην καὶ φυλὴ υἱῶν γαδ κατ' οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν 34:15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ νότου κατ' ἀνατολάς 34:16 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 34:17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη 34:18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν 34:19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς ιουδα χαλεβ υἱὸς ιεφοννη 34:20 τῆς φυλῆς συμεων σαλαμιηλ υἱὸς εμιουδ 34:21 τῆς φυλῆς βενιαμιν ελδαδ υἱὸς χασλων 34:22 τῆς φυλῆς δαν ἄρχων βακχιρ υἱὸς εγλι 34:23 τῶν υἱῶν ιωσηφ φυλῆς υἱῶν μανασση ἄρχων ανιηλ υἱὸς ουφι 34:24 τῆς φυλῆς υἱῶν εφραιμ ἄρχων καμουηλ υἱὸς σαβαθα 34:25 τῆς φυλῆς ζαβουλων ἄρχων ελισαφαν υἱὸς φαρναχ 34:26 τῆς φυλῆς υἱῶν ισσαχαρ ἄρχων φαλτιηλ υἱὸς οζα 34:27 τῆς φυλῆς υἱῶν ασηρ ἄρχων αχιωρ υἱὸς σελεμι 34:28 τῆς φυλῆς νεφθαλι ἄρχων φαδαηλ υἱὸς βεναμιουδ 34:29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς ισραηλ ἐν γῇ χανααν


Septuagint - Public Domain