Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐθυμώθη
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἐθυμώθη δὲ ιακωβ τῇ ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας

καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν μωυσῆς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη μωυσῆς ἐπὶ ελεαζαρ καὶ ιθαμαρ τοὺς υἱοὺς ααρων τοὺς καταλελειμμένους λέγων

καὶ ἦν λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς

καὶ ἐμοὶ ἐθυμώθη κύριος δι' ὑμᾶς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ

καὶ ἐπλημμέλησαν οἱ υἱοὶ ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν αχαρ υἱὸς χαρμι υἱοῦ ζαμβρι υἱοῦ ζαρα ἐκ τῆς φυλῆς ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς ισραηλ

καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα

καὶ ἐθυμώθη σφόδρα αβεννηρ περὶ τοῦ λόγου μεμφιβοσθε καὶ εἶπεν αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον δαυιδ καὶ ἐπιζητεῖς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον

καὶ τὰ λοιπὰ τῶν λόγων οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ καὶ ιωραμ υἱὸς αχααβ βασιλεύει ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλέως ιουδα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς μήτηρ αὐτοῦ καὶ ἀπέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῶν καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον αχααβ

καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ

καὶ ἐθυμώθη ασα τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν ὅτι ὠργίσθη ἐπὶ τούτῳ καὶ ἐλυμήνατο ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ

καὶ ἐπιγνοὺς αμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ μαρδοχαῖος ἐθυμώθη σφόδρα

καὶ εἶδεν ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ

καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαωθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ παρωξύνθη τὰ ὄρη καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη θυμός ἀλλ' ἔτι χεὶρ ὑψηλή

καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν καὶ ἐθυμώθη ἐπ' αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν καὶ οὐκ ἦν ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου