Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐλθόντες
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἐξεκαλοῦντο τὸν λωτ καὶ ἔλεγον πρὸς αὐτόν ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς ἵνα συγγενώμεθα αὐτοῖς

εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν ισραηλ κατεβόησαν πρὸς φαραω λέγοντες ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις

καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη δόξα κυρίου παντὶ τῷ λαῷ

ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ καὶ οἱ υἱοὶ ισραηλ οἱ ἐξελθόντες ἐξ αἰγύπτου

καὶ οἱ ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως γάζης καὶ οἱ καππάδοκες οἱ ἐξελθόντες ἐκ καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν

εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν ἣν κύριος θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν

καὶ ἤκουσαν οἱ υἱοὶ βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ ισραηλ εἰς μασσηφα καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ισραηλ λαλήσατε ποῦ ἐγένετο πονηρία αὕτη

καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς χεττι καὶ πᾶς φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς χερεθθι καὶ πᾶς φελεθθι καὶ πάντες οἱ γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως

καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ βααλ

πατριαὶ γραμματέων κατοικοῦντες ιαβες θαργαθιιμ σαμαθιιμ σωκαθιιμ οὗτοι οἱ κιναῖοι οἱ ἐλθόντες ἐκ μεσημα πατρὸς οἴκου ρηχαβ

καὶ ηὐφράνθη πᾶσα ἐκκλησία οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ πᾶσα ἐκκλησία ιουδα καὶ οἱ εὑρεθέντες ἐξ ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς ισραηλ καὶ οἱ κατοικοῦντες ἐν ιουδα

οἱ ἐλθόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ ισραηλ μόσχους δώδεκα περὶ παντὸς ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ

καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι

πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν

ἀκούσατε ταῦτα οἶκος ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι ισραηλ καὶ οἱ ἐξ ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης

καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ

ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες χαλδαῖοι διέβαλον τοὺς ιουδαίους