Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐπορεύοντο
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ μετ' ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγεννῶσαν ἑαυτοῖς ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί

κατέβη δὲ θυγάτηρ φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν

καὶ ἀκούσας χανανις βασιλεὺς αραδ καὶ οὗτος κατῴκει ἐν γῇ χανααν ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ ισραηλ

καὶ εἶπεν ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ

ἐν πᾶσιν οἷς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἦν ἐπ' αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα

καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ καὶ αἱ δύο νύμφαι αὐτῆς μετ' αὐτῆς καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ιουδα

καὶ προσέθετο κύριος δηλωθῆναι ἐν σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς σαμουηλ καὶ ἐπιστεύθη σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα ισραηλ ἀπ' ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου

σὺν τῇ κιβωτῷ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ

καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν

καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων

καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς τωβιαν καὶ αἱ τωβια ἤρχοντο πρὸς αὐτούς

πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν

εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς γοδολιαν

καὶ ἐξῆλθεν ἐκ θυγατρὸς σιων πᾶσα εὐπρέπεια αὐτῆς ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος

καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον

καὶ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ τότε βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων πᾶς ἀνήρ ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς στολιεῖ αὐτὸν πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας

τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν

ἐν ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου