Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἀπέστειλα
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ' εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας

καὶ εἶπεν βαλακ πρὸς βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμῆσαί σε

καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου κεδαμωθ πρὸς σηων βασιλέα εσεβων λόγοις εἰρηνικοῖς λέγων

καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν ισραηλ

καὶ εἶπεν αβεσσαλωμ πρὸς ιωαβ ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ἧκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων ἵνα τί ἦλθον ἐκ γεδσουρ ἀγαθόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με

καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα ισραηλ λέγων καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ ναιμαν τὸν δοῦλόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ

καὶ ἀπέστειλα τῷ ελεαζαρ τῷ αριηλ τῷ σαμαια καὶ τῷ αλωναμ καὶ τῷ ιαριβ καὶ τῷ ελναθαν καὶ τῷ ναθαν καὶ τῷ ζαχαρια καὶ τῷ μεσουλαμ ἄνδρας καὶ τῷ ιωαριβ καὶ τῷ ελναθαν συνίοντας

καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι μήποτε καταπαύσῃ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμᾶς

καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν

οὕτως λέγει κύριος ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν ἐξαπέστειλα αὐτήν τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν

καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο κατοικία τοῦ ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς καὶ οὐκ ἐφοβήθη ἀσύνθετος ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή

καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἀκρὶς καὶ βροῦχος καὶ ἐρυσίβη καὶ κάμπη δύναμίς μου μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς

ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου καὶ οὐδ' ὧς ἐπεστρέψατε πρός με λέγει κύριος

διότι ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν μωυσῆν καὶ ααρων καὶ μαριαμ