Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐποίησας
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



εἶπεν δὲ αὐτῷ αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ' ἡμᾶς ἄγνοιαν

καὶ εἶπεν πρὸς μωυσῆν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ αἰγύπτου

καὶ εἶπεν κύριος πρὸς μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ σηων βασιλεῖ τῶν αμορραίων ὃς κατῴκει ἐν εσεβων

καὶ εἶπεν κύριος πρός με μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας σηων βασιλεῖ τῶν αμορραίων ὃς κατῴκει ἐν εσεβων

καὶ εἶπεν ἰησοῦς τῷ αχαρ δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ

καὶ εἶπαν πρὸς γεδεων ἀνὴρ εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς

καὶ εἶπεν αὐτῇ πενθερὰ αὐτῆς ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας εἴη ἐπιγνούς σε εὐλογημένος καὶ ἀπήγγειλεν ρουθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν καὶ εἶπεν τὸ ὄνομα τοῦ ἀνδρός μεθ' οὗ ἐποίησα σήμερον βοος

καὶ εἶπεν σαουλ πρὸς τὸν κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ αμαληκίτου μὴ προσθῶ σε μετ' αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ αἰγύπτου καὶ ἐξέκλινεν κιναῖος ἐκ μέσου αμαληκ

καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν τί τοῦτο ἐποίησας ἰδοὺ ἦλθεν αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ οὐκ οἶδας τὴν κακίαν αβεννηρ υἱοῦ νηρ ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς

καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν πατὴρ αὐτοῦ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω αβεσσαλωμ

καὶ εἶπεν κύριος πρὸς ιου ἀνθ' ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ

καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην

καὶ εἶπεν σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ' αὐτοῦ

καὶ εἶπεν εσδρας σὺ εἶ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς καὶ σὺ ζωοποιεῖς τὰ πάντα καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν

εἶπεν δὲ βασιλεύς τίνα δόξαν χάριν ἐποιήσαμεν τῷ μαρδοχαίῳ καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως οὐκ ἐποίησας αὐτῷ οὐδέν

οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς

ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου κρίνων δικαιοσύνην

τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν

πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς

ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ οὐκ ἔστιν παρακαλῶν με πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν ὅτι σὺ ἐποίησας ἐπήγαγες ἡμέραν ἐκάλεσας καιρόν καὶ ἐγένοντο ὅμοιοι ἐμοί

καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ' αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται

καὶ νῦν δέσποτα κύριε θεὸς ἡμῶν ἐξαγαγὼν τὸν λαόν σου ἐξ αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην ἡμάρτομεν ἠγνοήκαμεν

διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου

καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν τί τοῦτο ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων ὅτι ἀπήγγειλεν αὐτοῖς